Η Παράκληση στον Τίμιο Σταυρό

60

: Παρακλητικός Κανών εις τον Τίμιο και Ζωοποιό Σταυρό – Ποίημα Νικηφόρου Ιερομονάχου του Κρητός.

Ευλογήσαντος τού ιερέως αρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ (142) Ψαλμόν.

Κύριε εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησιν μου εν τή αληθεία Σου, εισάκουσον μου εν τή δικαιοσύνη Σου καί μή εισέλθης εις κρίσιν μετά τού δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιον Σου, πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου. Εκάθισε με εν σκοτεινοίς, ως νεκρούς αιώνος καί ηκηδίασεν επ εμέ τό πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις Σου, εν ποιήμασι τών χειρών Σου εμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, η ψυχή μου ως γή άνυδρος Σοι. Ταχύ εισάκουσον μου, Κύριε, εξέλιπε τό πνεύμα μου. Μή αποστρέψης τό πρόσωπον Σου απ εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου τό πρωΐ τό έλεός Σου, ότι επί Σοί ήλπισα. Γνώρισον μοι, Κύριε, οδόν εν ή πορεύσομαι, ότι πρός Σέ ήρα τήν ψυχήν μου. Εξελού με εκ τών εχθρών μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά Σου, ότι Σύ εί ο Θεός μου. Τό Πνεύμα Σου τό αγαθόν οδηγήσει με εν γή ευθεία, ένεκεν τού ονόματος Σου, Κύριε, ζήσεις με. Εν τή δικαιοσύνη Σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει Σου εξολοθρεύσεις τούς εχθρούς μου. Καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Καί ευθύς ψάλλεται τετράκις εξ υπαμοιβής, μετά τών οικείων στίχων:
Θεός Κύριος καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α. Εξομολογείσθε τώ Κυρίω ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος Αυτού.
Θεός Κύριος καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. β. Πάντα τά έθνη εκύκλωσαν με καί τό ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. γ. Παρά Κυρίου εγένετο αύτη καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τό Τροπάριον.

Ήχος δ. Ό υψωθείς έν τώ Σταυρώ.

Τώ ζωηφόρω νύν Σταυρώ προσπελάσωμεν, οι μακρυνθέντες τοίς κακοίς καί προσψαύσωμεν, εν επιστρόφω λέγοντες καρδία πιστώς· πρόφθασον, βοήθησον, ο Σταυρός τού Κυρίου, φάνηθι λυτρούμενος εκ παντοίων κινδύνων· μή εποφθώμεν άπρακτα ζητείν· τήν σήν γάρ σκέπην βεβαίαν ελπίζομεν.

Δόξα.
Μετεμορφώθης εν τώ όρει, Χριστέ ο Θεός, δείξας τοίς Μαθηταίς σου, τήν δόξαν σου καθώς ηδύναντο, λάμψον καί ημίν τοίς αμαρτωλοίς, τό φώς σου τό αΐδιον, πρεσβείαις τής Θεοτόκου, Φωτοδότα δόξα σοι.

Καί νύν.
Ου δυνησόμεθα Σταυρέ τού Κυρίου, τά σά θαυμάσια υμνείν οι κατάκριτοι. Ει μή γάρ σύ παρείχες τά δωρήματα, τίς ημίν τήν ίασιν τών τού σώματος νόσων; τίς δέ καί τήν κάθαρσιν τών ψυχών άν εδίδου; ουκ απομακρυνθώμεν πώποτε εκ σού· σύ γάρ σκέπεις πάντας θνητούς εκ παντοίων κακών.

Ο Ν΄ (50) Ψαλμός.

Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλήθος τών οικτιρμών Σου, εξάλειψον τό ανόμημα μου. Επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με. Ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιον μου εστι διά παντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιον Σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις Σου καί νικήσης εν τώ κρίνεσθαι Σε. Ιδού γάρ εν ανομίαις συνελήφθην καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια τής σοφίας Σου εδήλωσας μοι. Ραντιείς με υσσώπω καί καθαρισθήσομαι, πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον τό πρόσωπον Σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης με από τού προσώπου Σου καί τό Πνεύμα Σου τό Άγιον μή αντανέλης απ εμού. Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου Σου καί πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τάς οδούς Σου καί ασεβείς επί σέ επιστρέψουσιν. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσιν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία Σου τήν Σίων καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριον Σου μόσχους.

καί ό Κανών.

Είς έκαστον τροπάριον λέγομεν Σταυρέ τού Χριστού, σώσον ημάς τή δυνάμει σου, τα δύο τελευταία Δόξα, και νύν .

Ωδή α. Ήχος πλ. δ. Υγρών διοδεύσας.

Σταυρέ σκήπτρον άγιον καί σεπτόν, τούς έν ευλαβεία προσκυνούντας τήν ιεράν σκέπην σου ατρώτους από βλάβης, καί πειρασμών καί κίνδυνον διάσωσον.

Σταυρέ σκήπτρον άγιον τού Χριστού, τούς σέ προσκυνούντας καταξίωσον εσαεί, τώ Κτίστη Θεώ καθυπακούειν, καί υπ αυτού βασιλεύεσθαι ποίησον.

Σταυρέ η βοήθεια τών πιστών, δίδου βοηθείας τοίς υμνούσι τό ιερόν, κράτος σου καί αίρειν τά βραβεία, κατά παθών ψυχοφθόρων ενίσχυσον.

Θεοτόκιον.

Σταυρόν καθορώσα Αγνή αμνάς, τού αγνώς τεχθέντος εξ αυτής, ούτος νύν εστι, πιστών σωτηρία ανεβόα, καί κραταιά προστασία καί στήριγμα.

Ωδή γ . Ουρανίας αψίδος.

Ό Σταυρός τού Δεσπότου, χαίρε νεκρών έγερσις, χαίρε ασθενούντων η ρώσις, χαίρε αντίληψις· τούς προσκυνούντας σε, φύλαττε φρούρει καί σκέπε, εκ τών ορωμένων τε, καί αοράτων εχθρών.

Ό Σταυρός τού Κυρίου, χαίρε πιστών καύχημα, χαίρε κραταιά προστασία, χαίρε παράκλησις· τούς προσκυνούντας σε, εκ περιστάσεως ρύσαι, καί δεινής κακώσεως καί πάσης θλίψεως.

Ό Σταυρός τού Κυρίου χαίρε στερρόν έρεισμα, χαίρε τών υμνούντων σε φύλαξ, χαίρε προπύργιον τούς προσκυνούντας σε εκ τών τού βίου σκανδάλων, ρύσαι καί διάσωσον θεία δυνάμει σου.

Θεοτοκίον.

Ό Σταυρός τού Υιού σου, παρθενικόν καύχημα, πάσι σου τόν Τόκον υμνούσι, δύναμις πέφυκεν, ού η προσκύνησις καί τό πρός σέ καταφεύγειν, πάθη θεραπεύουσι ψυχής καί σώματος.

Ωδή δ. Εισακήκοα Κύριε.

Ό Σταυρός ο Πανάγιος, πάσι τοίς υμνούσιν αυτόν τήν ίασιν, καί πταισμάτων απολύτρωσιν, εμφανώς οράται χαριζόμενος.

Τών αμέτρων πταισμάτων μου, ρούν τόν θολερώτατον αποξήρανον, ο βαστάσας τόν ξηράναντα, αθεΐας ύλην, Σταυρέ Τίμιε.

Αμαρτίαις συμπέφυρμαι, καί εκ τούτων ήλθον εις αλλεπάλληλον, αρρωστίαν· όθεν κράζω σοι, άμφω τάς ιάσεις, Σταυρέ δώρησαι.

Θεοτοκίον .

Οι Σταυρόν καί τήν Άχραντον, έχοντες ελπίδα ουκ αισχυνθήσονται· η πρεσβεία γάρ καί δύναμις, τής Μητρός καί σκήπτρου σφόδρα δύνανται.

Ωδή έ. Φώτισον ημάς.

Γλύκανον ημών, τήν πικρίαν τών θλίψεων, Σταυρέ Κυρίου, ο πάλαι τής Μερράς, πικρών υδάτων τήν πικρίαν ιασάμενος.

Σκέπασον ημάς, τή δυνάμει σου πανάγιε, Σταυρέ Κυρίου, εν σοί γάρ τού Πατρός, Ισχύς επήρθη, τό σόν κράτος ενισχύουσα.

Κούφισον ημών, άπαν άλγος τε καί κάκωσιν, καί σκυθρωπότητα εκ τών καρδιών, Σταυρέ Κυρίου· δέδοται σοι γάρ τό δύνασθαι.

Θεοτοκίον.

Έχομεν πιστοί, προστασίαν πρός τόν Κύριον, τήν Παναγίαν Παρθένον καί τόν Σταυρόν, ών καταπλήττει καί τούς δαίμονας η δύναμις.

Ωδή ς. Τήν δέησιν εκχεώ.

Τό όπλον τών βασιλέων υμνώ σε, τήν στολήν τών Ιερέων υψώ σε, Χριστιανών τήν ελπίδα απάντων, υμνολογώ σε Σταυρέ Παμμακάριστε, τό καύχημα καμού όν σε, όπλον ως μέγα αμπέχομαι.

Σέ σκέπην Xριστιανοί γινώσκομεν, καί καυχώμεθα εν σοί Ξύλον θείον· εις πάντα γάρ σέ ευρίσκομεν κράτος, καί παντελή σωτηρίαν καί σύμμαχον, τήν χάριν όθεν καί ημίν, τοίς υμνούσι σε πόθω κατάπεμψον.

Ο Κύριος ισχυρόν ημίν τείχος, καί προστάτην καί φρουρόν σε παρέσχε, καί γάρ εν σοί εναντίαι δυνάμεις, εξηφανίσθησαν σθένει τού κράτους σου. Ως έχεις ούν πάσαν ισχύν, ασθενούντας ημάς ισχύν ένδυσον.

Θεοτοκίον.

Σωτήρας μου επιγράφομαι πόθω, τούς τόν Κτίστην μου σαρκί δεξαμένους, τήν μέν Αγνήν, ως ζωήν αφθαρτούσαν· τόν δέ Σταυρόν, ως νεκρών ζωοπάροχον. Νεκρώσει ούν ζωοποιώ, ο Σταυρός καί η Κόρη ζωώσατε.

Διάσωσον Σταυρέ Κυρίου τήν ποίμνην σου από βλάβης, ότι πάντες εν σοί καυχόμεθα, καί γινώσκομεν τήν σκέπην σου, σωτηρίαν καί κράτος.

Επίσκεψαι τή σή δυνάμει τούς πίστει σε προσκυνούντας, Τίμιε Σταυρέ, εξ εχθρών παντοίας κακώσεως, καί δίωξον τάς αυτών περιστάσεις.

Αίτησις καί τό Κοντάκιον.
Ήχος β΄. Προστασία τών Χριστιανών.

Τό ξύλον τής ζωής καί δύναμις υπέροπλος, ελπίς τών πιστών καί σκέπη καί κραταίωμα, εκ ψυχής βοώμέν σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καί εκ σκανδάλων τών τού πονηρού, προφθάσας ρύσαι ημάς τούς υμνούντας σε.

Καί ευθύς τό προκείμενον.
Υψούτε Κύριον τόν Θεόν ημών καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού, ότι Άγιος εστί (δίς).
Στίχος. Ο Κύριος εβασίλευσεν ευπρέπειαν ενεδύσατο.

Ευαγγέλιον. Εκ τού κατά Ιωάννην (Κεφ. γ 13 17).

Είπεν ό Κύριος. Ουδείς αναβέβηκεν εις τόν ουρανόν, ει μή ο εκ τού ουρανού καταβάς, ο υιός τού ανθρώπου ο ών εν τώ ουρανώ. Καί καθώς Μωυσής ύψωσε τόν όφιν εν τή ερήμω, ούτως υψωθήναι δεί τόν υιόν τού ανθρώπου, ίνα πάς ο πιστεύων εις αυτόν μή απόληται, αλλ έχη ζωήν αιώνιον. Ούτω γάρ ηγάπησεν ο Θεός τόν κόσμον, ώστε τόν υιόν αυτού τόν μονογενή έδωκεν, ίνα πάς ο πιστεύων εις αυτόν μή απόληται, αλλ έχη ζωήν αιώνιον. Ου γάρ απέστειλεν ο Θεός τόν υιόν αυτού εις τόν κόσμον ίνα κρίνη τόν κόσμον, αλλ ίνα σωθή ο κόσμος δι αυτού.

Δόξα.
Τή τού Θείου Σταυρού σου δυνάμει Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Καί νύν.
Ταίς τής Παναχράντου, πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Στίχος. Ελεήμον, έλέησόν με ό Θεός
Καί τό παρόν Προσόμοιον.
Ήχος πλ. β. Ολήν αποθέμενοι.
Σταυρέ πανσεβάσμιε, όν περιέπουσι τάξεις, Αγγέλων γηθόμεναι· σήμερον ορώμενος θείω πνεύματι, δικαιοίς άπαντας, τούς κλοπή βρώσεως, απωσθέντας καί εις θάνατον, καθυποκύψαντας· όθεν σε καρδία καί χείλεσι, πιστώς περιπτυσσόμενοι, τόν αγιασμόν αρυόμεθα· υμνείτε βοώντες, Χριστόν τόν υπεράγαθον Θεόν, καί τό αυτού προσκυνήσωμεν, θείον υποπόδιον.

Σώσον ό Θεός τόν λαόν σου

Ωδή ζ. Οί εκ τής Ιουδαίας.

Τό κράτος τού θανάτου, τεθανάτωται πάλαι τής κρεμασθείσης ζωής, θανάτω ζωηφόρω, Σταυρέ εν σοί διό σε, ικετεύω κραυγάζων σοι, τών θανατούντων παθών, ρύσαι με νύν καί σώσον.

Τήν βροτών σωτηρίαν, ο Σωτήρ ηβουλήθη εναπεργάσασθαι, εν ξύλω ζωηφόρω, διδούς τοίς σωζομένοις, μελωδείν τά σωτήρια· χαίρε Σταυρέ τού Χριστού, πιστών απάντων σωστά.

Τού ξύλου τής κατάρας, οι τρυφήσαντες εύρον τάς αφεσίμους εν σοί, εκτάσει ευλογίας χειρών τών τού Δεσπότου, διό πάντες σοι κράζομεν· τήν ευλογίαν Σταυρέ δίδου τοίς σέ τιμώσι.

Θεοτοκίον.

Καυχώμαι τήν δυάδα, προβαλλόμενος πρέσβεις πρός τόν Σωτήρα Χριστόν, Μητέρα καί τό σκήπτρον· ισχύει γάρ η Μήτηρ, καί τό σκήπτρον κρατύνει με, χαίρε τό σκήπτρον Χριστού, χαίρε η Μήτηρ τούτου.

Ωδή η. Τόν Βασιλέα τών Ουρανών.

Τούς προσκυνούντας σε, ώ Σταυρέ διατήρει, πειρασμών καί κινδύνων ατρώτους· έχεις γάρ σήν σκέπην φρουρούσαν πιστούς πάντας.

Τάς αρρωστίας τάς τής σαρκός ιατρεύεις, καί σπιλάδας ψυχών εκκαθαίρεις. Όθεν σέ υμνούμεν, Σταυρόν τόν τού Κυρίου.

Τούς τώ σημείω σου εαυτούς σημειούντας, τών παγίδων λυτρούσαι τού σκότους, Σταυρέ τού Κυρίου διά τού σού σημείου.

Θεοτοκίον.

Τού Βασιλέως τών Ουρανών τήν Μητέρα, καί Σταυρόν τού Σωτήρος εν πίστει, πάντες προσκυνούμεν, ώσπερ κοινούς προστάτας.

Ωδή θ. Κυρίως Θεοτόκον.

Ήν φέρω σοι εκ πόθου, δέησιν Κυρίου, δέξαι Σταυρέ, καί τήν χάριν παράσχου πιστώς, σέ προσκυνούντι εν πίστει καί μεγαλύνοντι.

Σημείον νικηφόρον, πάντες οίδασι σε, οι διά σού βραβεία καί νίκας αυτών, σύν ευλαβεία λαβόντες, καί μεγαλύνουσι.

Τό χαίρε τούτο τέλος, τού μικρού μου ύμνου, τού διά σού νικηφόρου οφθέντος Σταυρού, δέξαι Χριστέ μου τό χαίρε, καί δίδου μοι τά χαρμόσυνα.

Θεοτοκίον.

Ου θέλω σιωπήσαι τά τής Θεοτόκου, καί τόν Σταυρόν μή κηρύττειν, ός σκέπει πιστούς· ου σιωπώ, αλλά λέγω, ει καί εσίγησα.

Άξιον εστιν ως αληθώς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ· τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,

Τόν Σταυρόν τόν τίμιον τού Χριστού, σήμερον εκ πόθου προσκυνήσωμεν ευλαβώς, καί εν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωής τό ξύλον πιστούς στερέωσον.

Πάντες προσκυνούμεν πανευλαβώς, καί φόβω καί πόθω, σύν αγάπη τε καί χαρά τιμώντες υμνούμεν τό πανάγιον ξύλον, χείλεσιν αναξίοις κατασπαζόμενοι.

Σκήπτρον αγιώτατον τού Χριστού, ζωηφόρον ξύλον, ιερέων η καλλονή, Βασιλέων νίκος, στήριγμα ορθοδόξων, πάντας τούς σέ τιμώντας, Σταυρέ διάσωσον.

Άλαλα τά χείλη τών ασεβών, τών μή προσκυνούντων τόν Σταυρόν τόν ζωοποιόν, τόν αγιασθέντα Αίματι τώ πανσέπτω, Χριστού τού ζωοδότου όν μεγαλύνομεν.

Θέλων επιδείξαι τοίς Μαθηταίς, δύναμιν εξ ύψους, καί σοφίαν παρά Πατρός, εν όρει ανήλθες, Χριστέ τώ Θαβωρίω, καί λάμψας ως Δεσπότης, τούτους εφώτισας.

Ως υπέρ τήν ψάμμον τών θαλασσών, υπέρ αριθμόν τε τών αστέρων τού Ουρανού, μόνος αμαρτήσας καί μόνος κατεκρίθην, ώ Δέσποινα τού Κόσμου, σύ με διάσωσον.

Τρισάγιον

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρίς).

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι, καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς· Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τάς ανομίας ημίν· Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματος σου.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.

Δόξα Πατρί

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομα σου· ελθέτω η βασιλεία σου· γενηθήτω τό θέλημά σου, ως εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον· καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών· καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ότι σού εστιν η βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

καί τά Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην Σοι τήν ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα Πατρί
Κύριε ελέησον ημάς, επί Σοί γάρ πεποίθαμεν. Μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών. Αλλ επίβλεψον καί νύν ως εύσπλαχνος καί λύτρωσαι ημάς εκ τών εχθρών ημών. Σύ γάρ εί Θεός ημών καί ημείς λαός Σου, πάντες έργα χειρών Σου καί τό όνομα Σου επικεκλήμεθα.

Καί νύν
Τής ευσπλαγχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σέ μή αστοχήσομεν, ρυσθείημεν διά Σού τών περιστάσεων, Σύ γάρ η σωτηρία τού γένους τών Χριστιανών.

Τροπάριον Ήχος α΄.
Σώσον, Κύριε, τόν λαόν σου, καί ευλόγησον τήν κληρονομίαν σου, νίκας τοίς βασιλεύσι κατά βαρβάρων δωρούμενος, καί τό σόν φυλάττων διά τού Σταυρού σου πολίτευμα.

Εκτενής καί Απόλυσις, μεθ ήν ψάλλομεν τά εξής

Ήχος β. Ότε εκ τού ξύλου σε νεκρόν.
Λάμψον φώς απρόσιτον ημίν· έργον γάρ εσμέν τών χειρών σου, πάντες Χριστέ Βασιλεύ· νίκη δέ στεφάνωσον, τούς σέ υμνούντας πιστώς, κατ εχθρών αοράτων τε, καί ορατών άμα, τείχος καί οχύρωμα, ισχύν καί άσυλον, όλβον τόν Σταυρόν σου πλουτούντας, Σώτερ, ο τήν άφθορον μήτραν, υποδύς αρρήτως τής Θεόπαιδος.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τών δούλων Σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Τήν πάσαν ελπίδα μου εις Σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην Σου.

Δι ευχών τών Αγίων Πατέρων ημών.
Κύριε Ιησού Χριστέ ό Θεός ημών έλέησον ημάς.
Αμήν.

Χαιρετισμοί εις την νοητήν κλίμακα του Τιμίου Σταυρού