Παρακλητικός Κανών Αγίων Αναργύρων Κοσμά και Δαμιανού

596

: Ο Παρακλητικός Κανών Αγίων Αναργύρων διαβάζεται την ημέρα εορτής των Αγίων Αναργύρων ή σε κάθε άλλη περίπτωση.

Ο Ιερεύς: Ευλογητός ο Θεός
Ο αναγνώστης: Αμήν.

Ψαλμός ρμβ΄ (142).
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αλήθειά σου, εισάκουσόν μου εν τή δικαιοσύνη σου. Καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου. Εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος, καί ηκηδίασεν επ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου. Μή αποστρέψης τό πρόσωπόν σου απ έμου, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα. Γνώρισον μοί, Κύριε, οδόν, εν η πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου. Εξελού μέ εκ τών έχθρων μου, Κύριε, πρός σέ κατέφυγον, δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μου. Τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία, ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ. Εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου, καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου. Καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλος σου ειμι.

Καί ευθύς τό, Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου, εξ εκατέρων τών Χορών, ως έξης:

Ήχος δ΄.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. β΄. Πάντα τά έθνη εκύκλωσαν μέ, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα Τροπάρια.
Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τάς χαμαιζήλους ηδονάς συμπατούντες, καί Αναργύρων τους νοσούντας ιώμενοι, Ανάργυροι πανεύφημοι καί θείοι ιατροί, πρός Χριστού εστέφθητε, ουρανίοις στεφάνοις, όθεν ικετεύομεν, σκοτασμού αμαρτίας, καί νοσημάτων ρύσασθε ημάς, τόν επί πάντων Θεόν ικετεύοντες.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον.
Τή Θεοτόκω μετά δέους εμφρόνως, πάντες προσδράμωμεν κραυγάζοντες πόθω, Υπεραγία Δέσποινα Πανύμνητε, ρύσαι τώ ελέει σου, αδοκήτων κινδύνων, πάσης περιστάσεως καί κολάσεως τάχος, καί πάσης νόσων λύμης, Αγαθή, ευλογημένη Μαρία Θεονυμφε.

Ψαλμός Ν΄ (50).
Ελέησον μέ ο Θεός κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου, εξάλειψον τό ανόμημά μου. Επί πλείον πλύνον μέ από τής ανομίας μου, καί από τής αμαρτίας μου καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιον μούεεστι διά παντός. Σοί μόνω ήμαρτον, καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω, καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοί αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα.

Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου, καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης μέ από τού προσώπου σου, καί τό Πνεύμα σου τό άγιον μή αντανέλης απ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου, καί πνεύματι ηγεμονικώ στήριξον μέ. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου, αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώοει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους.

Είτα ψάλλομεν τάς Ωδάς τού Κανόνος. Ωδή ά΄ .Ήχος πλ. δ΄ .Υγράν διοδεύσας.
Πολλοίς συνεχόμενος αλγεινοίς, πρός υμάς ενθέρμως, καταφεύγων εκδυσωπώ, ταίς πρός τόν Θεόν υμών πρεσβείαις, τούτων μέ τάχος, Ανάργυροι ρύσασθε.
Παθών καταφλέγει μου φλόξ δεινή, Ανάργυροι θείοι, τήν καρδίαν καί τήν ψυχήν, ταχέως ούν ταύτην ικετεύω, ταίς υμετέραις δεήσεσι σβέσατε.
Νοσών πλείστοις πάθεσι χαλεποίς, πολλών εκ πταισμάτων, τώ φαρμάκω τών δραστικών, υμών πρεσβειών πρός τόν Δεσπότην, εκλιπαρώ ιαθήναι, Ανάργυροι.

Θεοτοκίον.

Συνέτισον τόν δούλόν σου, Μαριάμ, ανοιξόν μοί πύλας μετανοίας, καί εκ πυλών, τής θανατηφόρου αμαρτίας, τή μεσιτεία σου ρύσαι μέ, Δέσποινα.

Ωδή γ΄. Ουρανίας αψίδος
Προστασίαις ταίς θείαις υμών, Ανάργυροι ρύσασθε, εμέ τόν εν ζάλη καί τρικυμίαις τού βίου εγκυματούμενον, υμάς γάρ εύρηκα, μετά Θεόν κυβερνήτας, πρός λιμένα άσυλον καί αχείμαστον.
Ικετεύω εν πόθω τήν τής ψυχής κάκωσιν, καί τάς σαρκικάς ασθενείας μου ιατρεύσατε, υμείς γάρ πάνσεπτοι, τόν τών ψυχών καί σωμάτων, ιατρόν τόν Πάνσοφον εμιμήσασθε.
Χαλεπαίς αρρωστίαις καί τακτικοίς πάθεσιν, όλω καθ εκάστην, Ανάργυροι, τηκομένω μοί, ταίς πρός τόν Κύριον, υμών ενθέρμοις πρεσβείαις, φάρμακα δωρήσασθε αλεξίπονα.

Θεοτοκίον.

Επί κλίνης οδύνης οδυνηρώς κείμενος, σέ επικαλούμαι Παρθένε, κλίνον τό ούς σου εμοί, σπεύσον τού σώσαι μέ καί εξελέσθαι εν τάχει, πυρός υποσμύχοντος νύν τήν καρδίαν μου.

Ωδή δ΄. Εισακήκοα, Κύριε.
Τών παθών μου τόν καύσωνα, καί τόν τής αθλίας ψυχής μου τάραχον, ταίς ευχαίς υμών, Ανάργυροι, σβέσατε εν τάχει καί κατευνάσατε.
Απολαύοντες πάντοτε, τών εκ τής εικόνος υμών, Ανάργυροι, χαρισμάτων, αναμέλπομεν, τόν υμάς δοξάσαντα υπεράγαθον.
Επί κλίνης μέ κείμενον, καί νόσον νοσούντα ψυχής καί σώματος, ώ Ανάργυροι εγείρατε, ταίς πρός τόν Σωτήρα υμών δεήσεσι.

Θεοτοκίον.

Ρώσιν δίδου μοί, Παναγνέ, επικαμπτομένη οικτραίς δεήσεσι, πάσαν νόσον καί επάχθειαν, επιούσαν άφνω αναστέλλουσα.

Ωδή ε΄. Φώτισον ημάς.
Έμπλησον ταχύ τήν ψυχήν μου θείας χάριτος, τών Αναργύρων η σεπτή Δωδεκάς, τού προσιόντος τή σκέπη καί τή εικόνι σου.
Λύτρωσαι μέ νύν σαίς πρός Κύριον εντεύξεσι, δεινής εκ νόσου καί πάσης θλίψεως, ώ δωδεκάς Ιατρών αξιάγαστε.
Ιασαι ψυχής τά πολλά πάθη καί σώματος, ώ δωδεκάς Ιατρών παμμακάριστε, τών μετά πόθου προσκυνούντων τήν εικόνα σου.

Θεοτοκίον.

Άπαντα εχθρόν δυσμενών επιτεθέμενος, ημίν τοίς δούλοις σου, Πανάμωμε, θείω σου κράτει, συμπατούσα εξαφάνισον.

Ωδή στ΄. Τήν δέησιν εκχεώ
Θανάτου καί συμφορών καί θλίψεων, απαλλάξατε δεινών τέ παντοίων, ώ Ιατροί άμισθοι τών νοσούντων, εσαεί λυτρωτάς επιγραφόμενοι, σωτήρας τέ μετά Θεόν, ευκλεέστατοι θείοι Ανάργυροι.
Εν κλίνη τών ανιάτων παθών μου, κατακείμενος, Ανάργυροι θείοι, εκλιπαρώ τής θερμής υμών σκέπης, καί αντιλήψεως μή μέ στερήσητε, πρεσβεύοντες διηνεκώς, όπως εύρω υγείας αντίληψιν.

Θεοτοκίον.

Φιλεύσπλαγχνε τού Θεού λοχεύτρια, ώ Παρθένε Θεοτόκε Μαρία, τή πρός Θεόν εκτενεί σου πρεσβεία, τών δυσχερών μέ απάλλαξον κράζοντα, δοξάζω σέ μόνη Αγνή, Παναγία Θεονυμφε Δέσποινα.

Επιβλεψον, ώ δωδεκάς Αναργύρων αγία, επί τήν εμήν ψυχής τέ καί σώματος κάκωσιν, καί ίασιν δώρησαι μοί λιταίς σου.

Καί Θεοτοκίον. Άχραντε

Ο Ιερεύς μνημονεύει. Είτα τό Κοντάκιον. Ήχος β΄. Τά άνω ζητών.
Προστάται θερμοί καί φύλακες άγρυπνοι, τών πίστει υμάς ανυμνούντων υπάρχοντες, εκ ψυχής βοώμεν υμίν, ακέστορες πάνσεπτοι σπεύσατε, καί εκ κινδύνων λυτρώσασθε ημάς, ως παρρησίαν πρός Κύριον έχοντες.

Καί ευθύς τό Προκείμενον. Ήχος δ΄.
Τοίς Αγίοις τοίς εν τή γή αυτού εθαυμάστωσεν ο Κύριος.

Στίχος. Ακούσατε ταύτα πάντα τά έθνη.
Ευαγγέλιον Εκ τού κατά Ματθαίον (Ι΄ 5-8).
Τώ καιρώ εκείνω, προσκαλεσάμενος ο Ιησούς τούς δώδεκα Μαθητάς αυτού, έδωκεν αυτοίς εξουσίαν κατά πνευμάτων ακαθάρτων, ώστε εκβάλλειν αυτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους απέστειλεν ο Ιησούς, παραγγείλας αυτοίς, λέγων, Εις οδόν εθνών μή απέλθητε, καί εις πόλιν Σαμαρειτών μή εισέλθητε, πορεύεσθε δέ μάλλον πρός τά πρόβατα τά απολωλότα οίκου Ισραήλ. Πορευόμενοι δέ, κηρύσσετε, λέγοντες. Ότι ήγγικεν η βασιλεία τών ουρανών. Ασθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς εγείρετε, δαιμόνια εκβάλλετε, δωρεάν ελάβετε, δωρεάν δότε.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ταίς τών Αναργύρων, πρεσβείαις, Ελεήμον, απάλλαξον παθών μέ καί δώρησαι υγείαν.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Θεοτόκου, πρεσβείαις ευπροσδέκτοις, ελέησον τόν κόσμον, Χριστέ ως ευεργέτης.

Στίχος. Ελέησον μέ, ο Θεός
Καί τό Τροπάριον. Ήχος πλ. Β΄
Μεταβολή θλίψεως πάσης, απαλλαγή παντοίας νόσου υπάρχουσα, δωδεκάς η αγία, Αναργύρων τών πανευκλεών, σώζε πάντας εκ τής ολέθριας, τού εχθρού ορμής καί επήρειας, θείαις σου πρός Κύριον εντεύξεσι.

Ο Ιερεύς·
Σώσον ο Θεός τόν λαόν σου καί ευλόγησον τήν κληρονομίαν σου· επισκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς· ύψωσον κέρας Χριστιανών ορθοδόξων καί καταπεμψον έφ΄ ημάς τά ελέη σου τά πλούσια· πρεσβείαις τής πανάχραντου Δεσποίνης ημών Θεοτόκου καί αειπαρθένου Μαρίας· δυνάμει τού τιμίου καί ζωοποιού Σταυρού· προστασίαις τών τιμίων επουρανίων θείων Δυνάμεων ασωμάτων· ικεσίαις τού τιμίου καί ενδόξου προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου· τών αγίων ενδόξων καί πανευφήμων Αποστόλων· τών εν αγίοις πατέρων ημών, μεγάλων Ιεραρχών καί Οικουμενικών Διδασκάλων, Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου· Αθανασίου καί Κυρίλλου, Ιωάννου τού Ελεήμονος, πατριαρχών Αλεξανδρείας καί Νικηφόρου Πατριάρχου Κών/πόλεως τού Ομολογητού. Νικολάου αρχιεπισκόπου Μύρων τής Λυκίας, Σπυρίδωνος αρχιεπισκόπου Τριμυθούντος, Αχιλλίου καί Βησσαρίωνος αρχιεπισκόπων Λαρίσης, Λουκά αρχιεπισκόπου Συμφερουπόλεως καί Κριμαίας καί Νεκταρίου επισκόπου Πενταπόλεως τού εν Αιγήνη, τών θαυματουργών.

Τών Αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου τού Τροπαιοφόρου, Δημητρίου τού Μυροβλύτου, Θεοδώρου τού Τήρωνος, Θεοδώρου τού Στρατηλάτου, Φανουρίου τού νεοφανούς καί Μηνά τού θαυματουργού· τών ιερομαρτύρων Χαραλάμπους, Ιγνατίου καί Ελευθερίου· τών αγίων, ενδόξων, μεγάλων μαρτύρων γυναικών, Αικατερίνης τής πανσόφου, Μαρίνης καί Παρασκευής τής αθληφόρου καί Φιλοθέης τής Αθηναίας· τών αγίων ενδόξων καί καλλινίκων νεομαρτύρων Γεδεών τού εν Τυρνάβω, Γεωργίου τού εκ Ραψάνης, Δαμιανού καί Ιωάννου τών εν Λαρίση μαρτυρησάντων καί τών Νεοφανών μαρτύρων Ραφαήλ, Νικολάου καί Ειρήνης. Τών αγίων ενδόξων καί θεοστέπτων βασιλέων Κών/νού καί Ελένης τών ισαποστόλων· τών οσίων καί θεοφόρων Πατέρων ημών, Στυλιανού τού Παφλαγόνος, Διονυσίου τού εν Ολύμπω καί Συμεών τού μονοχίτωνος καί ανυποδήτου. Τών αγίων ενδόξων καί θαυματρουγών Αναργύρων, Κοσμά καί Δαμιανού, Κύρου καί Ιωάννου, Παντελεήμονος καί Ερμολάου.

Τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Άννης· τού αγίου (της ημέρας), ού τήν μνήμην επιτελούμεν, καί πάντων σου τών Αγίων· Ικετεύομεν σέ, μόνε πολυέλεε Κύριε· επάκουσον ημών τών αμαρτωλών δεομένων σου, καί ελέησον ημάς..

Ωδή ζ΄. Οι εκ τής Ιουδαίας.
Τήν οξείάν μου νόσον, εις υγείαν, Άγιοι, μεταποιήσατε νύν, ψυχήν ομού καί σώμα, ιώμενοι τελείως, τού βοώντος πρός Κύριον, ο τών πατέρων ημών Θεός ευλογητός ει.

Σωμάτων ιατήρας, καί ψυχών σωτήρας υμάς επιστάμενοι, δεόμεθα ιάσθαι, καί σώζειν τούς βοώντας, πρός τόν πάντων Σωτήρα Χριστόν, ο τών Πατέρων ημών Θεός ευλογητός ει.

Θεοτοκίον.

Εκ χειμώνος τό έαρ, καί εκ ζάλης γαλήνη, Αγνή προέρχεται, εκ ζόφου δέ πταισμάτων, τό φώς τής απαθείας, μετανοία εισέρχεται, οι εμπαθείς τοιγαρούν θαρρώμεν μεταγνώντες.

Ωδή η΄. Τόν Βασιλέα
Τούς βοηθείας τής παρ υμών δεομένους, μή παρίδητε Ανάργυροι θείοι, αλλ εκ νόσου πάσης λυτρώσασθε καί βλάβης.
Τών πειρασμών υμείς, προσβολάς τάς ποικίλας, εκδιώκετε, Ανάργυροι πάσας, ταίς πρός τόν Δεσπότην θερμαίς υμών πρεσβείαις.
Τών νοσημάτων σύ, ιατρεία έτοιμη, η τών θείων εδείχθης Αναργύρων, Δωδεκάς σοφή τέ καί όντως θαυμασία.

Θεοτοκίον.

Ίνα τιμών ανυμνώ μετά πόθου, τό παμπόθητον, Μαρία, όνομά σου, νόσων καί κινδύνων εκλύτρωσαι μέ τάχος.

Ωδή θ΄. Κυρίως Θεοτοκίον.
Ροήν μου τών δακρύων, δέξασθε ασμένως, καί ταίς λιταίς υμών πάντα τόν βόρβορον, τών νοσημάτων μου πλύνατε, ώ Ανάργυροι.
Χαράς τής αιωνίου, πάντες σύν Αγγέλοις επαπολαύοντες, θείοι Ανάργυροι, χαράς αλήκτου πληρούτε καί τάς καρδίας ημών.
Λιμήν καί ιατρείον πέλει τών νοσούντων, η τών σοφών Ιατρών σεβασμία εικών, η προσιόντες εν πίστει νόσων λυτρούμεθα.

Θεοτοκίον.

Μαρία Θεοτόκε, τών πιστών χορείας, εξ ορατών ρυομένη καί αοράτων εχθρών, σώζε εκ πάσης φθοράς κινδύνων καί θλίψεων.

Άξιον εστίν ως αληθώς
Καί τά παρόντα Μεγαλυνάρια.
Πάντων τών νοσούντων τούς Ιατρούς, πηγάς ιαμάτων, Αναργύρους τους ευκλεείς, δεύτε συνδραμόντες οι φιλέορτοι τούτους, χρεωστικώς εν ύμνοις δοξολογήσωμεν.
Ανάργυροι θείοι, θαυματουργοί, Ιατροί νοσούντων, ιατρεύσατε τούς θερμώς, επικαλουμένους υμάς, παθών ποικίλων, ταίς υμών πρεσβείαις πρός τόν φιλάνθρωπον.
Μή παύσητε, Ανάργυροι Ιατροί, ψυχών καί σωμάτων, ικετεύειν υπέρ ημών, τήν σεπτήν Τριάδα, ρυσθήναι εκ κινδύνων, καί πάσης ασθενείας ημάς καί θλίψεως.
Ιάσεων άπαντες τάς πηγάς, οχετούς αφθόνους δωρημάτων τών τού Θεού, φωτός τού αύλου τά πάμφωτα δοχεία, τούς θείους Αναργύρους ανευφημήσωμεν.

Καί τό Θεοτοκίον. Από τών πολλών μου αμαρτιών

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Ο Ιερεύς
Ότι Σου εστιν η βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.
Ο Αναγνώστης· Αμήν.

Τροπάριον. Ήχος πλ. Δ΄.
Άγιοι Ανάργυροι καί θαυματουργοί, επισκέψασθε τάς ασθενείας ημών, δωρεάν ελάβετε, δωρεάν δότε ημίν.

Ο Ιερεύς ως έθος μνημονεύει.
Εις τήν απόλυσιν ψάλλομεν τό παρόν Προσόμοιον, Ήχος β΄. Ότε εκ τού ξύλου Σέ νεκρόν.

Δεύτε ορθοδόξων η πληθύς, δεύτε τών πιστών αί χορείαι κατασπασώμεθα, εικόνα τήν πάνσεπτον, τών Αναργύρων Χριστού, Ιατρών τών παθών ημών, πρός αυτούς βοώντες, ρύσασθε Ανάργυροι, εκ τών κινδύνων ημάς, νόσων καί παθών ανιάτων, ταίς ευχαίς υμών πρός τόν Κτίστην, τούς υμάς τιμώντας, πανσεβάσμιοι.

Ήχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Ήχος β΄.
Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον μέ υπό τήν σκέπην σου.

Ο Ιερεύς: Δί ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.