Το Ευαγγέλιο της Πέμπτης 4 Ιανουαρίου 2024

1032

: ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 18 – 28 – 18 Θεόν ουδείς εώρακεν πώποτε· ο μονογενής υιός ο ών εις τον κόλπον του πατρός εκείνος εξηγήσατο.

19 Και αύτη εστίν η μαρτυρία του Ιωάννου, ότε απέστειλαν οι Ιουδαίοι εξ Ιεροσολύμων ιερείς και Λευίτας ίνα ερωτήσωσιν αυτόν· Σύ τίς εί; 20 και ωμολόγησεν και ουκ ηρνήσατο· και ωμολόγησεν ότι Εγώ ουκ ειμί ο Χριστός.

21 και ηρώτησαν αυτόν· Τί ούν; Ηλίας εί σύ ; και λέγει· Ουκ ειμί. Ο προφήτης εί σύ; και απεκρίθη, Ού.

22 είπoν ούν αυτώ· Τίς εί; ίνα απόκρισιν δώμεν τοις πέμψασιν ημάς· τί λέγεις περί σεαυτού; 23 έφη· Εγώ φωνή βοώντος εν τη ερήμω, ευθύνατε την οδόν Κυρίου, καθώς είπεν Ησαίας ο προφήτης. 24 Και απεσταλμένοι ήσαν εκ των Φαρισαίων·

25 και ηρώτησαν αυτόν και είπον αυτώ· Τί ούν βαπτίζεις, ει σύ ουκ εί ο Χριστός ούτε Ηλίας ούτε ο προφήτης; 26 απεκρίθη αυτοίς ο Ιωάννης λέγων· Εγώ βαπτίζω εν ύδατι· μέσος δε υμών έστηκεν όν υμείς ουκ οίδατε,

27 αυτός εστιν ο οπίσω μου ερχόμενος, ός έμπροσθέν μου γέγονεν, ού εγώ ουκ ειμί άξιος ίνα λύσω αυτού τον ιμάντα του υποδήματος. 28 Ταύτα εν Βηθανία εγένετο πέραν του Ιορδάνου, όπου ην Ιωάννης βαπτίζων.

Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 18 – 28

18 Θεόν ουδείς εώρακεν πώποτε· ο μονογενής υιός ο ών εις τον κόλπον του πατρός εκείνος εξηγήσατο. 19 Και αύτη εστίν η μαρτυρία του Ιωάννου, ότε απέστειλαν οι Ιουδαίοι εξ Ιεροσολύμων ιερείς και Λευίτας ίνα ερωτήσωσιν αυτόν· Σύ τίς εί;

20 και ωμολόγησεν και ουκ ηρνήσατο· και ωμολόγησεν ότι Εγώ ουκ ειμί ο Χριστός. 21 και ηρώτησαν αυτόν· Τί ούν; Ηλίας εί σύ ; και λέγει· Ουκ ειμί. Ο προφήτης εί σύ; και απεκρίθη, Ού.

22 είπoν ούν αυτώ· Τίς εί; ίνα απόκρισιν δώμεν τοις πέμψασιν ημάς· τί λέγεις περί σεαυτού; 23 έφη· Εγώ φωνή βοώντος εν τη ερήμω, ευθύνατε την οδόν Κυρίου, καθώς είπεν Ησαίας ο προφήτης.

24 Και απεσταλμένοι ήσαν εκ των Φαρισαίων· 25 και ηρώτησαν αυτόν και είπον αυτώ· Τί ούν βαπτίζεις, ει σύ ουκ εί ο Χριστός ούτε Ηλίας ούτε ο προφήτης;

26 απεκρίθη αυτοίς ο Ιωάννης λέγων· Εγώ βαπτίζω εν ύδατι· μέσος δε υμών έστηκεν όν υμείς ουκ οίδατε,

27 αυτός εστιν ο οπίσω μου ερχόμενος, ός έμπροσθέν μου γέγονεν, ού εγώ ουκ ειμί άξιος ίνα λύσω αυτού τον ιμάντα του υποδήματος. 28 Ταύτα εν Βηθανία εγένετο πέραν του Ιορδάνου, όπου ην Ιωάννης βαπτίζων.