Ευαγγέλιο: ΚΑΤΑ ΜΑΡΚΟΝ Ε´ 24 – 34 – 24 καὶ ἀπῆλθε μετ’ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, …
26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγεν γὰρ ἐν ἑαυτῇ ὅτι Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. 29 καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
30 καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ’ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΚΑΤΑ ΜΑΡΚΟΝ Ε´ 24 – 34
24 Καὶ ἐπῆγε μαζί του καὶ τὸν ἠκολούθει πολὺς λαὸς καὶ τὸν ἐστρίμωχναν ἀπὸ ὅλα τὰ μέρη. 25 Καὶ μία γυναῖκα, ποὺ ἔπασχεν ἀπὸ αἱμορραγίαν ἐπὶ ἔτη δώδεκα, 26 καὶ ἡ ὁποία πολλὰ ὑπέφερεν ἀπὸ τὴν κακὴν θεραπείαν πολλῶν ἰατρῶν καὶ ἐξώδευσεν ὅλα, ὅσα ἠμπόρεσε νὰ ἐξοικονομήση, καὶ δὲν ὠφελήθη τίποτε, ἀλλὰ μᾶλλον ἐπῆγεν εἰς τὸ χειρότερον, 27 ἐπειδὴ ἤκουσε διὰ τὸν Ἰησοῦν, ὅτι ἐνεργεῖ θαυματουργικὰς θεραπείας, ἦλθε μέσα εἰς τὸν λαὸν ἀπὸ πίσω του καὶ ἤγγισε τὸ ἔνδυμά του.
28 Ἤγγισε δὲ τὸ ἔνδυμά του, διότι ἔλεγε μέσα της, ὅτι καὶ ἐὰν μόνον τὰ ἐνδύματά του ἐγγίσω, θὰ σωθῶ ἀπὸ τὴν ἀσθένειάν μου. 29 Καὶ ἀμέσως ἐστείρευσε καὶ ἐξηράνθη τὸ μέρος, ἀπὸ τὸ ὁποῖον ἔτρεχε τὸ αἷμα της, καὶ ἐκατάλαβεν ἀπὸ τὴν μεταβολὴν ποὺ ἐπῆρε τὸ σῶμα της, ὅτι ἐθεραπεύθη ἀπὸ τὴν βασανιστικὴν ἀρρώστιαν της. 30 Καὶ ἀμέσως ὁ Ἰησοῦς ἐπληροφορήθη ἐσωτερικῶς ἀπὸ τὴν θείαν του φύσιν τὴν δύναμιν, ποὺ ἐβγῆκεν ἀπὸ αὐτόν, καὶ ἀφοῦ ἐστράφη πρὸς τὸν λαόν, εἶπε· Ποῖος ἤγγισε τὰ ἐνδύματά μου;
31 Καὶ τοῦ ἔλεγον οἱ μαθηταί του· Βλέπεις, ὅτι ὁ ὄχλος σὲ σπρώχνει ἀπὸ ὅλα τὰ μέρη καὶ λέγεις· ποῖος μὲ ἤγγισε; 32 Ἀλλ’ ὁ Ἰησοῦς παρετήρει γύρω διὰ νὰ ἴδῃ αὐτήν, ποὺ ἔκαμεν αὐτό. 33 Ἡ γυνὴ δὲ μὲ φόβον καὶ τρόμον, ἐπειδὴ ἐγνώριζε τὴν θεραπείαν, ποὺ τῆς εἶχε γίνει, ἦλθε καὶ ἔπεσε γονατιστὴ ἐμπρός του καὶ τοῦ εἶπεν ὅλην τὴν ἀλήθειαν.
34 Αὐτὸς δὲ τῆς εἶπε· Κόρη μου, ἡ πίστις καὶ πεποίθησις ποὺ εἶχες, ὅτι θὰ ἐθεράπευεσο, ἐὰν ἤγγιζες τὸ ἔνδυμά μου, σὲ ἔχει σώσει ἀπὸ τὴν ἀσθένειάν σου. Πήγαινε εἰς τὸ καλὸ εἰρηνικὴ καὶ ἥσυχος καὶ ἔσο γιὰ πάντα ὑγιὴς ἀπὸ τὸ βάσανόν σου.